Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.311 Joseph. AJ 4.317 (English) >>Joseph. AJ 4.322

4.315

Παρορμήσας οὖν τὸν Ἰησοῦν ἐπὶ τοὺς Χαναναίους στρατιὰν ἐξάγειν, ὡς τοῦ θεοῦ συνεργοῦντος οἷς ἂν ἐπιχειρήσειε, καὶ πᾶσαν ἐπευφημήσας τὴν πληθύν, “ἐπεί, φησί, πρὸς τοὺς ἡμετέρους ἄπειμι προγόνους καὶ θεὸς τήνδε μοι τὴν ἡμέραν τῆς πρὸς ἐκείνους ἀφίξεως ὥρισε, 4.316χάριν μὲν αὐτῷ ζῶν ἔτι καὶ παρὼν ὑμῖν ἔχειν ὁμολογῶ προνοίας τε τῆς ὑπὲρ ὑμῶν, ἣν οὐχ ὑπὲρ ἀπαλλαγῆς μόνον τῶν ὑμετέρων ἐποιήσατο κακῶν, ἀλλὰ καὶ δωρεᾶς τῶν κρειττόνων, ὅτι τε πονοῦντί μοι καὶ κατὰ πᾶσαν ἐπὶ νοῦν τῆς ἐπὶ τὸ βέλτιον ὑμῶν μεταβολῆς φροντίδα λαμβάνοντι συνηγωνίσατο καὶ παρέσχεν ἐν ἅπασιν αὑτὸν ὑμῖν εὐμενῆ. 4.317μᾶλλον δʼ αὐτὸς ἦν καὶ τὴν ἀφήγησιν αὐτῶν διδοὺς καὶ τὰ τέλη χαριζόμενος, ὑποστρατήγῳ χρώμενος ἐμοὶ καὶ ὑπηρέτῃ ὧν τὸν ἡμέτερον λαὸν εὐεργετεῖν ἠθέλησεν. 4.318ἀνθʼ ὧν προευλογῆσαι τὴν τοῦ θεοῦ δύναμιν, μελήσει καὶ πρὸς τὸ μέλλον ὑμῶν, ἀπαλλασσόμενος καλῶς ἔχειν ἡγησάμην, αὐτός τε ταύτην ὀφειλομένην ἀμοιβὴν ἀποδιδοὺς καὶ καταλείπων εἰς μνήμην ὑμῖν τὸ σέβειν τε καὶ τιμᾶν προσήκειν τοῦτον ὑμῖν καὶ τοὺς νόμους πάντων ὧν τε παρέσχηκε καὶ μένων εὐμενὴς ἔτι παρέξει δώρημα κάλλιστον φυλάττειν. 4.319ὡς δεινὸς μὲν ἐχθρὸς καὶ ἄνθρωπος νομοθέτης ὑβριζομένων αὐτῷ τῶν νόμων καὶ μάτην κειμένων, θεοῦ δὲ μὴ πειραθείητε χαλεπαίνοντος ὑπὲρ ἀμελουμένων νόμων, οὓς αὐτὸς γεννήσας ὑμῖν ἔδωκε.”



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.311 Joseph. AJ 4.317 (English) >>Joseph. AJ 4.322

Powered by PhiloLogic